Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 3.110 Joseph. AJ 3.115 (English) >>Joseph. AJ 3.120

3.113τὸ δὲ κατὰ τὰς πύλας μήκους μὲν ὄντος πήχεων εἴκοσι πέντε δὲ βάθους ὕφος ἦν πορφύρας φοίνικος σὺν ὑακίνθῳ καὶ βύσσῳ πεποιημένον πολλῶν αὐτῷ συνανθούντων καὶ ποικίλων, ὁπόσα μὴ ζῴων ἐξετυποῦτο μορφάς. 3.114ἐντὸς δὲ τῶν πυλῶν περιρραντήριον ἦν χάλκεον ὁμοίαν αὐτῷ καὶ τὴν κρηπῖδα παρεχόμενον, ἐξ οὗ τοῖς ἱερεῦσι τὰς χεῖρας ἀποπλύνειν καὶ τῶν ποδῶν καταχεῖν παρῆν. καὶ μὲν τοῦ αἰθρίου περίβολος τοῦτον τὸν τρόπον ἦν διακεκοσμημένος. 3.115

Τὴν δὲ σκηνὴν ἵστησιν αὐτοῦ κατὰ μέσον τετραμμένην πρὸς τὰς ἀνατολάς, ἵνα πρῶτον ἥλιος ἐπʼ αὐτὴν ἀνιὼν ἀφίῃ τὰς ἀκτῖνας. καὶ τὸ μὲν μῆκος αὐτῆς ἐπὶ πήχεις ἐγήγερτο τριάκοντα τὸ δὲ εὖρος ἐπὶ δέκα διειστήκει, καὶ μὲν ἕτερος τῶν τοίχων νότιος ἦν, δὲ ἕτερος κατὰ βορέαν ἐτέτραπτο, κατόπιν δʼ αὐτῆς δύσις κατελείπετο. 3.116ἀνίστασθαι δʼ αὐτὴν ἐχρῆν ἐφʼ ὅσον προβαίνοι τὸ εὖρος. κίονες δʼ ἦσαν ξύλου πεποιημένοι κατὰ πλευρὰν ἑκατέραν εἴκοσι τετράγωνοι μὲν τὸ σχῆμα εἰργασμένοι, εἰς δὲ πλάτος διεστῶτες πήχεώς τε καὶ ἡμίσους, τὸ δὲ βάθος δακτύλων τεσσάρων. 3.117λεπίδες δʼ αὐτοῖς ἦσαν ἐπικεχαλκευμέναι πανταχόθεν χρυσαῖ διά τε τῶν ἔνδοθεν καὶ τῶν ἐκτὸς μερῶν. δύο δʼ αὐτῶν ἑκάστῳ προσῆσαν στρόφιγγες ἐλαυνόμενοι κατὰ δύο βάσεων· αὗται δʼ ἀργυραῖ μὲν ἦσαν, πυλὶς δʼ ἑκατέρᾳ τούτων προσῆν δεχομένη τὴν στρόφιγγα.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 3.110 Joseph. AJ 3.115 (English) >>Joseph. AJ 3.120

Powered by PhiloLogic